Inno omerico ai Dioscuri

Εἲς Διοσκούρους

modifica

ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι, 

Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα, 

Κάστορά θ᾽ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα, 

τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο 

5μιχθεῖσ᾽ ἐν φιλότητι κελαινεφέι Κρονίωνι 

σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων 

ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι 

χειμέριαι κατὰ πόντον ἀμείλιχον: οἳ δ᾽ ἀπὸ νηῶν 

εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο 

10ἄρνεσσιν λευκοῖσιν, ἐπ᾽ ἀκρωτήρια βάντες 

πρύμνης: τὴν δ᾽ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης 

θῆκαν ὑποβρυχίην: οἳ δ᾽ ἐξαπίνης ἐφάνησαν 

ξουθῇσι πτερύγεσσι δι᾽ αἰθέρος ἀίξαντες, 

αὐτίκα δ᾽ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας, 

15κύματα δ᾽ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, 

σήματα καλά, πόνου ἀπονόσφισιν: οἳ δὲ ἰδόντες 

γήθησαν, παύσαντο δ᾽ ὀιζυροῖο πόνοιο. 

χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων: 

αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.