Μῆνιν ἄειδε θεᾱ̀ Πηληϊάδε̥ω Ἀχιλῆος

οὐλομένην ἣ μῡρί Ἀχαιοῖς ἄλγε ἔθηκε

πολλᾱ̀ς δ’ ἰφθῑ́μους ψῡχᾱ̀ς Ἄϊδι προΐαψεν

ἡρώων αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν

οἰωνοῖσί τε πᾶσι Διὸσ δ’ ἐτελείετο βουλή

ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε

Ἀτρεΐδηϲ τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.